Αὐτὸς δὴ Θεός ἐσθ’ ὁ πλάσας τετραγράμματον Ἀδάμ, τὸν πρῶτον πλασθέντα, καὶ οὔνομα πληρώσαντα ἀντολίην τε δύσιν τε μεσημβρίαν τε καὶ ἄρκτον, αὐτὸς ος ἐστήριξε τύπον μορφῂν μερόπων τε, και θῆρας ποίησε καὶ ἑρπετά καὶ πετεεινὰ.